Ancient Greek
Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων.
Lucian, Νεκρικοὶ Διάλογοι 13
Not analysed yet
οὐδαμῶς, ἀλλʼ ἀκούσῃ τῶν κυνῶν μετʼ ὀλίγον ὠρυομένων οἴκτιστον ἐπʼ ἐμοὶ καὶ τῶν κοράκων τυπτομένων τοῖς πτεροῖς, ὁπόταν συνελθόντες θάπτωσί με. γεννάδας εἶ, ὦ Μένιππε. ἀλλʼ ἐπεὶ καταπεπλεύκαμεν ἡμεῖς, ὑμεῖς μὲν ἄπιτε πρὸς τὸ δικαστήριον εὐθεῖαν ἐκείνην προϊόντες, ἐγὼ δὲ καὶ ὁ πορθμεὺς ἄλλους μετελευσόμεθα. Εὐπλοεῖτε, ὦ Ἑρμῆ· προΐωμεν δὲ καὶ ἡμεῖς. τί οὖν ἔτι καὶ μέλλετε; πάντως δικασθῆναι δεήσει, καὶ τὰς καταδίκας φασὶν εἶναι βαρείας, τροχοὺς καὶ λίθους καὶ γῦπας· δειχθήσεται δὲ ὁ ἑκάστου βίος ἀκριβῶς.