Ancient Greek · ~2 min
Διογένης καὶ Ἡρακλῆς.
Lucian, Νεκρικοὶ Διάλογοι 2-15
Not analysed yet
μανθάνω· ἄντανδρον σε τῷ Πλούτωνι παρέδωκεν ἀνθʼ ἑαυτοῦ, καὶ σὺ τοίνυν ἀντʼ ἐκείνου νεκρὸς εἶ. τοιοῦτό τι. πῶς οὖν ἀκριβὴς ὁ Αἰακὸς ὢν οὐ διέγνω σε μὴ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρακλέα παρόντα; ὅτι ἐῴκειν ἀκριβῶς. ἀληθῆ λέγεις· ἀκριβῶς γάρ, ὥστε αὐτὸς εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆς, τὸ δὲ εἴδωλον γεγάμηκε τὴν Ἥβην παρὰ τοῖς θεοῖς.