Ancient Greek
Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις.
Lucian, Νεκρικοὶ Διάλογοι 2-18
Not analysed yet
εὖ λέγεις. εἴθε οὖν μοι τὸν Ἔρωτα ἐνταῦθα λαβεῖν δυνατὸν ἦν. ἐγώ σοι καὶ περὶ τοῦ Ἔρωτος ἀποκρινοῦμαι τὰ δίκαια· φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ Πάριδι ἴσως γεγενῆσθαι αἴτιος, τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον, ὦ Πρωτεσίλαε, ἢ σεαυτόν, ὃς ἐκλαθόμενος τῆς νεογάμου γυναικός, ἐπει προσεφέρεσθε τῇ Τρῳάδι, οὕτως φιλοκινδύνως καὶ ἀπονενοημένως προεπήδησας τῶν ἄλλων δόξης ἐρασθείς, διʼ ἣν πρῶτος ἐν τῇ ἀποβάσει ἀπέθανες. οὐκοῦν καὶ ὑπὲρ ἐμαυτοῦ σοι, ὦ Αἰακἑ, ἀποκρινοῦμαι δικαιότερα· οὐ γὰρ ἐγὼ τούτων αἴτιος, ἀλλʼ ἡ Μοῖρα καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐπικεκλῶσθαι. ὀρθῶς· τί οὖν τούτους αἰτιᾷ;