Ancient Greek
Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη.
Lucian, Νεκρικοὶ Διάλογοι 2-22
Not analysed yet
οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ; καὶ μάλα, ὦ δέσποτα· τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν. οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει. ἀλλʼ οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων· ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν. εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετʼ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον; οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρʼ ὑμᾶς, ὥστε ἀνθʼ ἑνὸς δύο νεκροὺς λήψει μετʼ ὀλίγον. οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε.