Ancient Greek · ~2 min
Διογένης καὶ Πολυδεύκης
Lucian, Νεκρικοὶ Διάλογοι 4
Not analysed yet
καὶ τοῖς πένησιν, ὦ Λάκων, —πολλοὶ δʼ εἰσὶ καὶ ἀχθόμενοι τῷ πράγματι καὶ οἰκτείροντες τὴν ἀπορίαν —λέγε μήτε δακρύειν μήτε οἰμώζειν διηγησάμενος τὴν ἐνταῦθα ἰσοτιμίαν, καὶ ὅτι ὄψονται τοὺς ἐκεῖ πλουσίους οὐδὲν ἀμείνους αὐτῶν· καὶ Λακεδαιμονίοις δὲ τοῖς σοῖς ταῦτα, εἰ δοκεῖ, παρʼ ἐμοῦ ἐπιτίμησον λέγων ἐκλελύσθαι αὐτούς. μηδέν, ὦ Διόγενες, περὶ Λακεδαιμονίων λέγε· οὐ γὰρ ἀνέξομαί γε. ἃ δὲ πρὸς τοὺς ἄλλους ἔφησθα, ἀπαγγελῶ. ἐάσωμεν τούτους, ἐπεί σοι δοκεῖ· σὺ δὲ οἷς προεῖπον ἀπένεγκον παρʼ ἐμοῦ τοὺς λόγους.