Ancient Greek · ~2 min
Τερψίων καὶ Πλούτων.
Lucian, Νεκρικοὶ Διάλογοι 5
Not analysed yet
εὖ γε, ὦ Θούκριτε, ζώοις ἐπὶ μήκιστον πλουτῶν ἅμα καὶ τῶν τοιούτων καταγελῶν, μηδὲ πρότερόν γε σὺ ἀποθάνοις ἢ προπέμψας πάντας τοὺς κόλακας. τοῦτο μέν, ὦ Πλούτων, καὶ ἐμοὶ ἥδιστον ἤδη, εἰ καὶ Χαροιάδης προτεθνήξεται Θουκρίτου. θάρρει, ὦ Τερψίων· καὶ Φείδων γὰρ καὶ Μέλανθος καὶ ὅλως ἅπαντες προελεύσονται αὐτοῦ ὑπὸ ταῖς αὐταῖς φροντίσιν. ἐπαινῶ ταῦτα. ζώοις ἐπὶ μήκιστον, ὦ Θουκριτε.