Ancient Greek · ~3 min
Μένιππος, Αἰακός καὶ Πυθαγόρας.
Lucian, Νεκρικοὶ Διάλογοι 5-7
Not analysed yet
ἐμὲ ζητεῖς, ὦ Μένιππε; καὶ μάλα, ὦ Σώκρατες. τί τὰ ἐν Ἀθήναις; πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι. μάλα πολλοὺς ἑώρακα. ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος καὶ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρου, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών. περὶ ἐμοῦ δὲ τί φρονοῦσιν; εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα· πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα —δεῖ γάρ, οἶμαι, τἀληθῆ λέγειν —οὐδὲν εἰδότα. καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.