Ancient Greek · ~2 min
Section 1
Lucian, Εὐνοῦχος 1
Not analysed yet
πόθεν, ὦ Λυκῖνε, καὶ τί γελῶν ἡμῖν ἀφῖξαι; ἀεὶ μὲν γὰρ φαιδρὸς ὢν τυγχάνεις, τουτὶ δὲ πλέον τοῦ συνήθους εἶναί μοι δοκεῖ, ἐφʼ ὅτῳ μηδὲ κατέχειν δυνατὸς εἶ τὸν γέλωτα. ἐξ ἀγορᾶς μὲν ἥκω σοι, ὦ Πάμφιλε· τοῦ γέλωτος δὲ αὐτίκα κοινωνὸν ποιήσομαί σε, ἢν ἀκούσῃς οἵᾳ δίκῃ δικαζομένῃ παρεγενόμην, φιλοσόφων πρὸς ἀλλήλους ἐριζόντων. καὶ τοῦτο μὲν ὡς ἀληθῶς γελοῖον λέγεις, τὸ φιλοσοφοῦντας δικάζεσθαι πρὸς ἀλλήλους, δέον, εἰ καί τι μέγα εἴη, κατʼ εἰρήνην ἐν σφίσι διαλύεσθαι τὰ ἐγκλήματα.