Ancient Greek
Section 4
Lucian, Εὐνοῦχος 4
Not analysed yet
τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουε. πολλοὶ μὲν γὰρ καὶ ἄλλοι τὸν ἐπιτάφιον τοῦ ἀποθανόντος ἐκείνου ἠγωνίζοντο· δύο δὲ μάλιστα ἦσαν οἱ ἀμφήριστοι αὐτῶν, Διοκλῆς τε ὁ πρεσβύτης —οἶσθα ὃν λέγω, τὸν ἐριστικόν —καὶ Βαγώας ὁ εὐνοῦχος εἶναι δοκῶν. τὰ μὲν οὖν τῶν λόγων προηγώνιστο αὐτοῖς καὶ τὴν ἐμπειρίαν ἑκάτερος τῶν δογμάτων ἐπεδέδεικτο καὶ ὅτι τοῦ Ἀριστοτέλους καὶ τῶν ἐκείνῳ δοκούντων εἴχετο· καὶ μὰ τὸν Δίʼ οὐδέτερος αὐτῶν ἀμείνων ἦν.