Ancient Greek · ~3 min
Section 15
Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις 15
Not analysed yet
ἡμέρας μὲν οὖν τινας οἴκοι ἔμεινεν ἐλπίζων ὅπερ ἦν, ὑπὸ τῆς φήμης αὐτίκα μάλα παμπόλλους τῶν Παφλαγόνων συνδραμεῖσθαι. ἐπεὶ δὲ ὑπερεπέπληστο ἀνθρώπων ἡ πόλις, ἁπάντων τοὺς ἐγκεφάλους καὶ τὰς καρδίας προεξῃρημένων οὐδὲν ἐοικότων σιτοφάγοις ἀνδράσιν, ἀλλὰ μόνῃ τῇ μορφῇ μὴ οὐχὶ πρόβατα εἶναι διαφερόντων, ἐν οἰκίσκῳ τινὶ ἐπὶ κλίνης καθεζόμενος μάλα θεοπρεπῶς ἐσταλμένος ἐλάμβανεν εἰς τὸν κόλπον τὸν Πελλαῖον ἐκεῖνον Ἀσκληπιόν, μέγιστόν τε καὶ κάλλιστον, ὡς ἔφην, ὄντα, καὶ ὅλον τῷ αὑτοῦ τραχήλῳ περιειλήσας καὶ τὴν οὐρὰν ἔξω ἀφείς —πολὺς δὲ ἦν —ἐν τῷ προκολπίῳ προκεχύσθαι αὐτοῦ καὶ χαμαὶ τὸ μέρος ἐπισύρεσθαι, μόνην τὴν κεφαλὴν ὑπὸ μάλης ἔχων καὶ ἀποκρύπτων, ἀνεχομένου πάντα ἐκείνου, προὔφαινεν τὴν ὀθονίνην κεφαλὴν κατὰ θάτερον τοῦ πώγωνος, ὡς δῆθεν ἐκείνου τοῦ φαινομένου πάντως οὖσαν.