Ancient Greek · ~1 min
Section 28
Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις 28
Not analysed yet
καὶ γὰρ αὖ καὶ τοῦτο σοφώτατον ἐπενόησε, τοὺς μεταχρονίους χρησμοὺς ἐπὶ θεραπείᾳ τῶν κακῶς προτεθεσπισμένων καὶ ἀποτετευγμένων. πολλάκις γὰρ πρὸ μὲν τῆς τελευτῆς τοῖς νοσοῦσιν ὑγίειαν ἐπηγγέλλετο, ἀποθανόντων δὲ χρησμὸς ἄλλος ἕτοιμος ἦν παλινῳδῶν· Μηκέτι δίζησθαι νούσοιο λυγρῆς ἐπαρωγήν· πότμος γὰρ προφανὴς οὐδʼ ἐκφυγέειν δυνατόν σοι.