Ancient Greek · ~2 min
Section 32
Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις 32
Not analysed yet
ἀλλὰ καὶ μηχανᾶταί τι ὁ τρισκατάρατος οὐκ ἄσοφον οὐδὲ τοῦ προστυχόντος λῃστοῦ ἄξιον. λύων γὰρ τὰ πεπεμμένα βιβλία καὶ ἀναγιγνώσκων, εἴ τι εὕροι ἐπισφαλὲς καὶ παρακεκινδυνευμένον ἐν ταῖς ἐρωτήσεσιν, κατεῖχεν αὐτὸς καὶ οὐκ ἀπέπεμπεν, ὡς ὑποχειρίους καὶ μονονουχὶ δούλους διὰ τὸ δέος ἔχοι τοὺς πεπομφότας, μεμνημένους οἷα ἦν ἃ ἤροντο. συνίης δὲ οἵας εἰκὸς τοὺς πλουσίους καὶ μέγα δυναμένους τὰς πύστεις πυνθάνεσθαι. ἐλάμβανεν οὖν πολλὰ παρʼ ἐκείνων, εἰδότων ὅτι ἐντὸς αὐτοὺς ἔχοι τῶν ἀρκύων.