Ancient Greek · ~3 min
Section 53
Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις 53
Not analysed yet
ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον· ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν Ἀλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος, Σαβαρδαλαχου μαλαχααττηαλος ἦν. Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπʼ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου —ἐρωτηθεὶς γὰρ ἐφʼ ὅ τι ἧκεν, θεραπείας, ἔφη, αἰτήσων πρὸς ὀδύνην πλευροῦ —Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος· τῷ δὲ ἑτέρῳ, ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος, εἴτε οἱ πλεῦσαι ἐπʼ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον· μὴ σύ γε πλωέμεναι, πεζὴν δὲ κατʼ οἶμον ὅδευε.