Ancient Greek
Section 30
Lucian, Δραπέται 30
Not analysed yet
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,
ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ,
Θερσίτʼ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν.
Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα
δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ὁρμήν.