Ancient Greek
Section 32
Lucian, Δραπέται 32
Not analysed yet
σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις; οὐ μὲν οὖν ἄλλος. ὢ τοῦ γέλωτος. εἶτα τί οὐκ ἂν γένοιτο; καὶ Ληκυθίων φιλοσοφεῖ. ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν; Οὐδαμῶς, ἀλλʼ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι. ὅτι τί; ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν. τὸ δʼ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν. Ἡράκλεις ἀλεξίκακε, ἀκούεις; ἔπειτα πήρα καὶ βάκτρον. —καὶ αὐτὸς ἀπόλαβε τὴν γυναῖκα σύ. μηδαμῶς. οὐκ ἂν ἀπολάβοιμι βιβλίον μοι τῶν παλαιῶν κυοῦσαν. πῶς βιβλίον; ἔστιν τι, ὦ ἀγαθέ, Τρικάρανος βιβλίον. Οὐδὲν ἄτοπον, ἐπεὶ καὶ Τριφάλης.