Ancient Greek
Section 17
Lucian, Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων 17
Not analysed yet
ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ αὐτῶν· οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας ἐπαινοῦσι τὰ αὐτῶν. οὐδαμῶς, ἀλλʼ οἱ ἄλλοι ἔλεγον. οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον, ὡς τὸ εἰκός οὐ γάρ. οἱ δʼ ἄρα ἰδιῶται ταῦτα ἔλεγον. καὶ μάλα. ὁρᾷς, ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις τἀληθές, ἀλλʼ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσε καὶ κατὰ τὰ ὑπʼ ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων ἀξιῶν· οὐ γὰρ ἂν πιστεύσαιμί σοι τοιαῦτα λέγοντι.