Ancient Greek
Section 3
Lucian, Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων 3
Not analysed yet
ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατα μέσην την ἄνοδον εἶναί σε ἤδη λέγοντες οὐκ ἂν ἁμάρτοιμεν. οὐδέπω οὐδὲ τοῦτο· πάμπολυ γὰρ ἂν ἡμῖν ἤνυστο. ἀλλὰ ποῦ. γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν ὄντα; ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν βιαζόμενον· ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ δεῖ χεῖρα ὀρέγοντος. οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ λόγους, ὑφʼ ὧν σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ ἀναβεβηκώς. αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον· ὅσον γοῦν ἐπʼ ἐκείνῳ πάλαι ἂν ἐσπάσμην ἄνω καὶ συνῆν αὐτοῖς, τὸ δʼ ἐμὸν ἔτι ἐνδεῖ.