Ancient Greek · ~3 min
Section 37
Lucian, Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων 37
Not analysed yet
οὔ μοι δοκεῖς, ὦ Λυκῖνε, ξυνιέναι πῶς βούλομαι εἰπεῖν. οὐκοῦν σαφέστερον χρὴ λέγειν εἰ ἑτεροῖόν τι, ἀλλὰ μὴ τοιοῦτον φήσεις. εἴσῃ αὐτίκα οἷόν τι λέγω. θῶμεν γάρ τινας δύο ἐσεληλυθέναι ἐς τὸ Ἀσκληπιεῖον ἢ ἐς τοῦ Διονύσου τὸ ἱερόν, εἶτα μέντοι φιάλην τινὰ τῶν ἱερῶν ἀπολωλέναι. δεήσει δή που ἀμφοτέρους ἐρευνηθῆναι αὐτούς, ὁπότερος ὑπὸ κόλπου ἔχει τὴν φιάλην. καὶ μάλα. ἔχει δὲ πάντως ὁ ἕτερος. πῶς γὰρ οὔ, εἴ γε ἀπόλωλεν; οὐκοῦν ἂν παρὰ τῷ προτέρῳ εὕρῃς αὐτήν, οὐκέτι τὸν ἕτερον ἀποδύσεις· πρόδηλον γὰρ ὡς οὐκ ἔχει. πρόδηλον γάρ. καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου κόλπῳ, ὁ ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης οὐδὲ οὕτως δεῖ. ἔχει γάρ. καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους ἀξιώσομεν ἔχοντες ὃ πάλαι ἐζητοῦμεν. ἢ τίνος γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν;