Ancient Greek
Section 8
Lucian, Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων 8
Not analysed yet
νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς ἄκρας, ἢν ἐθελήσωσι, χρησόμενοι τοῖς κάτω ἃ καταλελοίπασιν, ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ δόξης καὶ ἡδονῶν καταγελῶντας; οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλʼ ὃς ἂν ἀποτελεσθῇ πρὸς ἀρετήν, οὔτε ὀργῇ οὔτε φόβῳ οὔτʼ ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι, οὐδὲ λυποῖτο, οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν. καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν τἀληθές —ἀλλʼ εὐφημεῖν χρή, οἶμαι, μηδὲ ὅσιον εἶναι ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα. μηδαμῶς, ἀλλʼ εἰπὲ ὅ τι καὶ λέγεις. ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ. ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ λέγων.