Ancient Greek · ~1 min
Section 3
Lucian, Διάλογος πρὸς Ἡσίοδον 3
Not analysed yet
ταῦτα οὖν παρὰ τἰνος ἄλλου, Ἡσίοδε, ἢ παρʼ αὐτοῦ σοῦ μάθοι τις ἄν; πρέποι γὰρ ἄν, ὥσπερ οἱ θεοὶ δωτῆρες ἐάων εἰσίν, οὕτω δὲ καὶ ὑμῖν τοῖς φίλοις καὶ μαθηταῖς αὐτῶν μετὰ πάσης ἀληθείας ἐξηγεῖσθαι περὶ ὧν ἴστε καὶ λύειν ἡμῖν τὰς ἀπορίας. δωτῆρες ἐάων