Ancient Greek · ~1 min
Section 9
Lucian, Διάλογος πρὸς Ἡσίοδον 9
Not analysed yet
ὥστε τὰς μὲν τοιαύτας ἀπολογίας καὶ μαντείας ἄφες· ἐκεῖνο δὲ ὃ εἴρηκας ἐν ἀρχῇ, ἴσως παραδέξασθαι ἄξιον, ὡς οὐδὲν ᾔδεισθα τῶν λεγομένων, ἀλλά τις ἔμπνοια δαιμόνιος ἐνεποίει σοι τὰ μέτρα, οὐ πάνυ οὐδὲ ἐκείνη βέβαιος οὖσα· οὐ γὰρ ἂν τὰ μὲν ἐπετέλει τῶν ὑπεσχημένων, τὰ δʼ ἀτελῆ ἀπελίμπανεν.