Ancient Greek · ~3 min
Section 10
Lucian, Εἰκόνες 10
Not analysed yet
ἔχʼ ἀτρέμας. συνίημι γὰρ ἤδη πάνυ σαφῶς ἥντινα καὶ λέγεις τὴν γυναῖκα, τούτοις τε αὐτοῖς γνωρίσας καὶ τῇ πατρίδι. καὶ εὐνούχους δέ τινας ἕπεσθαι αὐτῇ ἔφης. νὴ Δία, καὶ στρατιώτας τινάς. τὴν βασιλεῖ συνοῦσαν, ὦ μακάριε, τὴν ἀοίδιμον ταύτην λέγεις. τί δέ ἐστιν αὐτῇ τοὔνομα; πάνυ καὶ τοῦτο γλαφυρόν, ὦ Λυκῖνε, καὶ ἐπέραστον· ὁμώνυμος γάρ ἐστιν τῇ τοῦ Ἀβραδάτα ἐκείνῃ τῇ καλῇ· οἶσθα πολλάκις ἀκούσας Ξενοφῶντος ἐπαινοῦντός τινα σώφρονα καὶ καλὴν γυναῖκα. νὴ Δία, καὶ ὥσπερ γε ὁρῶν αὐτὴν οὕτω διατέθειμαι, ὁπόταν κατʼ ἐκεῖνό που ἀναγιγνώσκων γένωμαι, καὶ μονονουχὶ καὶ ἀκούω λεγούσης αὐτῆς ἃ πεποίηται λέγουσα, καὶ ὡς ὥπλιζε τὸν ἄνδρα καὶ οἵα ἦν παραπέμπουσα αὐτὸν ἐπὶ τὴν μάχην.