Ancient Greek · ~5 min
Section 13
Lucian, Εἰκόνες 13
Not analysed yet
οὐ μικρόν, ὦ ἑταῖρε, τὸ ἀγώνισμα προστάττεις· οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ. καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα, οὐ πλαστῶν οὐδὲ γραφέων μόνον, ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευθῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον. καὶ δὴ πεποιήσθω. αὐδήεσσα μὲν τὸ πρῶτον καὶ λίγεια, καὶ τὸ γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης περὶ αὐτῆς μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος εἴρηκεν. πᾶς δὲ ὁ τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλʼ οἷος γένοιτʼ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν. ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾄδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε ὥρα μὲν σιωπᾶν τάχιστα ἀλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις· ἄμουσα γὰρ ὡς πρὸς ἐκείνην ἅπαντα· κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν.