Ancient Greek · ~1 min
Section 19
Lucian, Εἰκόνες 19
Not analysed yet
νὴ Δίʼ, ὦ Πολύστρατε, θαυμάσιος οὖσα. σὺ δὲ ἄλλας γράφου. τὰς τῆς χρηστότητος, ὦ ἑταῖρε, καὶ φιλανθρωπίας, ἣ τὸ ἥμερον ἐμφανιεῖ τοῦ τρόπου καὶ πρὸς τοὺς δεομένους προσηνές; εἰκάσθω οὖν καὶ αὐτὴ Θεανοῖ τε ἐκείνῃ τῇ Ἀντήνορος καὶ Ἀρήτῃ καὶ τῇ θυγατρὶ αὐτῆς τῇ Ναυσικάᾳ, καὶ εἴ τις ἄλλη ἐν μεγέθει πραγμάτων ἐσωφρόνησε πρὸς τὴν τύχην.