Ancient Greek
Section 23
Lucian, Εἰκόνες 23
Not analysed yet
ἀληθῆ φής, ὦ Λυκῖνε· ὥστε εἰ δοκεῖ, ἀναμίξαντες ἤδη τὰς εἰκόνας, ἥν τε σὺ ἀνέπλασας τὴν τοῦ σώματος καὶ ἃς ἐγὼ τῆς ψυχῆς ἐγραψάμην, μίαν ἐξ ἁπασῶν συνθέντες εἰς βιβλίον καταθέμενοι παρέχωμεν ἅπασι θαυμάζειν τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐν ὑστέρῳ ἐσομένοις. μονιμωτέρα γοῦν τῶν Ἀπελλοῦ καὶ Παρρασίου καὶ Πολυγνώτου γένοιτʼ ἄν, καὶ αὐτῇ ἐκεινῇ παρὰ πολὺ τῶν τοιούτων κεχαρισμένη, ὅσῳ μὴ ξύλου καὶ κηροῦ καὶ χρωμάτων πεποίηται, ἀλλὰ ταῖς παρὰ Μουσῶν ἐπιπνοίαις εἴκασται, ἥπερ ἀκριβεστάτη εἰκὼν γένοιτʼ ἂν σώματος κάλλος καὶ ψυχῆς ἀρετὴν ἅμα ἐμφανίζουσα.