Ancient Greek · ~1 min
Section 2
Lucian, Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων 2
Not analysed yet
ἕτεροι δὲ ἐν τῷ αἰθρίῳ τῆς αὐλῆς τὸ αὐτὸ τοῦτο δρῶσιν, οὐκ ἐν πηλῷ οὗτοί γε, ἀλλὰ ψάμμον ταύτην βαθεῖαν ὑποβαλόμενοι ἐν τῷ ὀρύγματι πάττουσίν τε ἀλλήλους καὶ αὐτοὶ ἑκόντες ἐπαμῶνται τὴν κόνιν ἀλεκτρυόνων δίκην, ὡς ἀφυκτότεροι εἶεν ἐν ταῖς συμπλοκαῖς, οἶμαι, τῆς ψάμμου τὸν ὄλισθον ἀφαιρούσης καὶ βεβαιοτέραν ἐν ξηρῷ παρεχούσης τὴν ἀντίληψιν.