Ancient Greek · ~3 min
Section 6
Lucian, Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων 6
Not analysed yet
καὶ εἰκότως, ὦ Ἀνάχαρσι, τοιαῦτά σοι τὰ γιγνόμενα φαίνεται, ξένα γε ὄντα καὶ πάμπολυ τῶν Σκυθικῶν ἐθῶν ἀπᾴδοντα, καθάπερ καὶ ὑμῖν πολλὰ εἰκὸς εἶναι μαθήματα καὶ ἐπιτηδεύματα τοῖς Ἕλλησιν ἡμῖν ἀλλόκοτα εἶναι δόξαντα ἄν, εἴ τις ἡμῶν ὥσπερ σὺ νῦν ἐπισταίη αὐτοῖς. πλὴν ἀλλὰ θάρρει, ὦγαθέ· οὐ γὰρ μανία τὰ γιγνόμενά ἐστιν οὐδʼ ἐφʼ ὕβρει οὗτοι παίουσιν ἀλλήλους καὶ κυλίουσιν ἐν τῷ πηλῷ ἢ ἐπιπάττουσιν τὴν κόνιν, ἀλλʼ ἔχει τινὰ χρείαν οὐκ ἀτερπῆ τὸ πρᾶγμα καὶ ἀκμὴν οὐ μικρὰν ἐπάγει τοῖς σώμασιν· ἢν γοῦν ἐνδιατρίψῃς, ὥσπερ οἶμαί σε ποιήσειν, τῇ Ἑλλάδι, οὐκ εἰς μακρὰν εἷς καὶ αὐτὸς ἔσῃ τῶν πεπηλωμένων ἢ κεκονιμένων· οὕτω σοι τὸ πρᾶγμα ἡδύ τε ἅμα καὶ λυσιτελὲς εἶναι δόξει. ἄπαγε, ὦ Σόλων, ὑμῖν ταῦτα γένοιτο τὰ ὠφέλιμα καὶ τερπνά, ἐμὲ δὲ εἴ τις ὑμῶν τοιοῦτό τι διαθείη, εἴσεται ὡς οὐ μάτην παρεζώσμεθα τὸν ἀκινάκην.