Ancient Greek · ~1 min
Section 3
Lucian, Ζεὺς ἐλεγχόμενος 3
Not analysed yet
ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη —πολυθρύλητοι γὰρ πάνυ καὶ αὗται —τίνες πότʼ εἰσὶν ἢ τί δύναται αὐτῶν ἑκατέρα; πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας; ἀκούω γοῦν ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱμαρμένης δυνατώτερον. οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε· τίνος δʼ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν;