Ancient Greek · ~4 min
Section 7
Lucian, Ζεὺς ἐλεγχόμενος 7
Not analysed yet
πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι; φημὶ γάρ. ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν; οὐδαμῶς. βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό; δῆλον μέν. οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δή τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρʼ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον. ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον. καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθʼ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς διʼ αὐτὸ ἀμείνους δοκεῖν· ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη.