Ancient Greek · ~2 min
Section 13
Lucian, Ζεὺς Τραγῳδός 13
Not analysed yet
ἀλλʼ, Ἡράκλεις, ὡς θορυβοῦσι τὰ κοινὰ καὶ τὰ καθʼ ἡμέραν ταῦτα βοῶντες, διανομάς· ποῦ τὸ νέκταρ; ἡ ἀμβροσία ἐπέλιπεν· ποῦ αἱ ἑκατόμβαι; κοινὰς τὰς θυσίας. κατασιώπησον αὐτούς, ὦ Ἑρμῆ, ὡς μάθωσιν ὅτου ἕνεκα συνελέγησαν τοὺς λήρους τούτους ἀφέντες. οὐχ ἅπαντες, ὦ Ζεῦ, τὴν Ἑλλήνων φωνὴν συνιᾶσιν· ἐγὼ δὲ οὐ πολύγλωττός εἰμι, ὥστε καὶ Σκύθαις καὶ Πέρσαις καὶ Θρᾳξὶν καὶ Κελτοῖς συνετὰ κηρύττειν. ἄμεινον οὖν, οἶμαι, τῇ χειρὶ σημαίνειν καὶ παρακελεύεσθαι σιωπᾶν. οὕτω ποίει.