Ancient Greek · ~2 min
Section 24
Lucian, Ζεὺς Τραγῳδός 24
Not analysed yet
ἐγὼ δὲ τὰ μὲν ἄλλα ὑποβρύχιός εἰμι, ὡς ἴστε, καὶ ἐν βυθῷ πολιτεύομαι κατʼ ἐμαυτόν, εἰς ὅσον ἐμοὶ δυνατὸν σώζων τοὺς πλέοντας καὶ παραπέμπων τὰ πλοῖα καὶ τοὺς ἀνέμους καταμαλάττων· ὅμως δʼ οὖν —μέλει γάρ μοι καὶ τῶν ἐνταῦθα —φημὶ δεῖν τὸν Δᾶμιν τοῦτον ἐκποδὼν ποιήσασθαι, πρὶν ἐπὶ τὴν ἔριν ἥκειν, ἤτοι κεραυνῷ ἤ τινι ἄλλῃ μηχανῇ, μὴ καὶ ὑπέρσχῃ λέγων —φὴς γάρ, ὦ Ζεῦ, πιθανόν τινα εἶναι αὐτόν· ἅμα γὰρ καὶ δείξομεν αὐτοῖς ὡς μετερχόμεθα τοὺς τὰ τοιαῦτα καθʼ ἡμῶν διεξιόντας.