Ancient Greek · ~1 min
Section 34
Lucian, Ζεὺς Τραγῳδός 34
Not analysed yet
Ἡράκλεις, ὅσον τὸ πλῆθος ἐπὶ τὴν ἀκρόασιν ἀπηντήκασιν. ὁ δὲ Τιμοκλῆς αὐτὸς οὐ πάνυ μοι ἀρέσκει ὑποτρέμων καὶ ταραττόμενος· ἀπολεῖ ἅπαντα οὗτος τήμερον· δῆλος γοῦν ἐστιν οὐδὲ ἀντάρασθαι τῷ Δάμιδι δυνησόμενος. ἀλλʼ ὅπερ ἡμῖν δυνατώτατον, εὐχώμεθα ὑπὲρ αὐτοῦ σιγῇ ἐφʼ ἡμείων, ἵνα μὴ Δᾶμίς γε πύθηται. σιγῇ ἐφʼ ἡμείων, ἵνα μὴ Δᾶμίς γε πύθηται.