Ancient Greek
Section 44
Lucian, Ζεὺς Τραγῳδός 44
Not analysed yet
ὅρα οἷα ποιεῖς, ὦ ἀλιτήριε Δᾶμι, μονονουχὶ τὰ ἕδη αὐτὰ τῶν θεῶν ἀνατρέπεις τῷ λόγῳ καὶ βωμοὺς αὐτῶν. οὐ πάντας ἔγωγε τοὺς βωμούς, ὦ Τιμόκλεις. τί γὰρ καὶ δεινὸν ἀπʼ αὐτῶν γίγνεται, εἰ θυμιαμάτων καὶ εὐωδίας μεστοί εἰσι; τοὺς δὲ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἡδέως ἂν ἐπεῖδον ἐκ βάθρων ἐπὶ κεφαλὴν ἀνατρεπομένους, ἐφʼ ὧν τοιαῦτα ἡ παρθένος εὐωχουμένη ἔχαιρεν. τουτὶ πόθεν ἡμῖν τὸ ἄμαχον κακὸν ἐπιχεῖ; ὡς δαιμόνων οὐδενὸς ἁνὴρ φείδεται, ἀλλʼ ἐξ ἁμάξης παρρησιάζεται καὶ μάρπτει ἑξείης, ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί. μάρπτει ἑξείης, ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί. καὶ μὴν ὀλίγους ἄν, ὦ Ζεῦ, τοὺς ἀναιτίους εὕροις ἐν ἡμῖν· καί που τάχα προϊὼν ὁ ἄνθρωπος ἅψεται καὶ τῶν κορυφαίων τινός.