Ancient Greek
Section 50
Lucian, Ζεὺς Τραγῳδός 50
Not analysed yet
ταυτὶ μὲν ἤδη κατὰ ῥοῦν προχωρεῖ τῷ Δάμιδι καὶ πλησίστιος ἐπὶ τὴν νίκην φέρεται. ὀρθῶς, ὦ Μῶμε, εἰκάζεις. ὁ δʼ οὐδὲν ἰσχυρὸν ὁ Τιμοκλῆς ἐπινοεῖ, ἀλλὰ τὰ κοινὰ ταῦτα καὶ καθʼ ἡμέραν ἄλλα ἐπʼ ἄλλοις εὐπερίτρεπτα πάντα ἐπαντλεῖ.