Ancient Greek · ~3 min
Section 11
Lucian, Λεξιφάνης 11
Not analysed yet
ἐμὲ δέ, ἦ δʼ ὃς ὁ Εὔδημος, ὑπὸ τὸ ἀκροκνεφὲς μετεστείλατο Δαμασίας ὁ πάλαι μὲν ἀθλητὴς καὶ πολυνίκης, νῦν δὲ ἤδη ὑπὸ γήρως ἔξαθλος ὤν· οἶσθα τὸν χαλκοῦν τὸν ἑστῶτα ἐν τῇ ἀγορᾷ. καὶ τὰ μὲν πιττῶν τὰ δὲ εὕων διετέλεσεν, ἐξοικιεῖν γὰρ ἔμελλε τήμερον εἰς ἀνδρὸς τὴν θυγατέρα καὶ ἤδη ἐκάλλυνεν αὐτήν. εἶτα Τερμέριόν τι κακὸν ἐμπεσὸν διέκοψε τὴν ἑορτήν· ὁ γὰρ υἱὸς αὐτοῦ ὁ Δίων, οὐκ οἶδʼ ἐφʼ ὅτῳ λυπηθείς, μᾶλλον δὲ θεοσεχθρίᾳ σχεθείς, ἀπῆγξεν ἑαυτόν, καὶ εὖ ἴστε, ἀπωλώλει ἄν, εἰ μὴ ἐγὼ ἐπιστὰς ἀπηγχόνισά τε αὐτὸν καὶ παρέλυσα τῆς ἐμβροχῆς, ἐπὶ πολύ τε ὀκλὰξ παρακαθήμενος ἐπένυσσον τὸν ἄνθρωπον, βαυκαλῶν καὶ διακωδωνίζων, μή πῃ ἔτι συνεχὴς εἴη τὴν φάρυγγα. τὸ δὲ μάλιστα ὀνῆσαν ἐκεῖνο ἦν, ὅτι ἀμφοτέραις κατασχὼν αὐτοῦ τὰ ἄκρα διεπίεσα.