Ancient Greek
Section 13
Lucian, Λεξιφάνης 13
Not analysed yet
πίνωμεν οὖν, ἦ δʼ ὃς ὁ Μεγαλώνυμος, καὶ γὰρ καὶ λάγυνον τουτονὶ παρηβηκότος ἥκω ὑμῖν κομίζων καὶ τυροῦ τροφαλίδας καὶ ἐλαίας χαμαιπετεῖς —φυλάττω δʼ αὐτὰς ὑπὸ σφραγῖσιν θριπηδέστοις —καὶ ἄλλας ἐλαίας νευστὰς καὶ πήλινα ταυτὶ ποτήρια, ὀξυόστρακα, εὐπυνδάκωτα, ὡς ἐξ αὐτῶν πίνοιμεν, καὶ πλακοῦντα ἐξ ἐντέρων κρωβυλώδη τὴν πλοκήν. σὺ δʼ, ὦ παῖ, πλέον μοι τοῦ ὕδατος ἔγχει, ὡς μὴ καραιβαρεῖν ἀρξαίμην κᾆτά σοι τὸν παιδοβοσκὸν καλῶ ἐπὶ σέ· ἴστε γὰρ ὡς ὀδυνῶμαι καὶ διέμπιλον ἔχω τὴν κεφαλήν.