Ancient Greek · ~3 min
Section 15
Lucian, Λεξιφάνης 15
Not analysed yet
τί ταῦτα ἔφησθα, ὦ Εὔδημε; ἦν δʼ ἐγώ· ἀλογίαν ἡμῖν ἐπιτάττεις ὡς ἀστόμοις οὖσι καὶ ἀπεγλωττισμένοις; ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλώττης ἅπαντας. ἀλλὰ σὺ τὸ ὅμοιον εἰργάσω με ὥσπερ εἴ τις ὁλκάδα τριάρμενον ἐν οὐρίῳ πλέουσαν, ἐμπεπνευματωμένου τοῦ ἀκατίου, εὐφοροῦσάν τε καὶ ἀκροκυματοῦσαν, ἕκτοράς τινας ἀμφιστόμους καὶ ἰσχάδας σιδηρᾶς ἀφεὶς καὶ ναυσιπέδας ἀναχαιτίζοι τοῦ δρόμου τὸ ῥόθιον, φθόνῳ τῆς εὐηνεμίας. Οὐκοῦν, ἦ δʼ ὅς, σὺ μέν, εἰ βούλει, πλεῖ καὶ νεῖ καὶ θεῖ κατὰ τοῦ κλύδωνος, ἐγὼ δὲ ἀπόγειος πίνων ἅμα ὥσπερ ὁ τοῦ Ὁμήρου Ζεὺς ἢ ἀπὸ φαλάκρων ἢ ἀπὸ τῆς ἀκρουρανίας ὄψομαι διαφερόμενόν σέ τε καὶ τὴν ναῦν πρύμνηθεν ὑπὸ τοῦ ἀνέμου κατουρουμένην.