Ancient Greek
Section 20
Lucian, Λεξιφάνης 20
Not analysed yet
τί δὲ νοσεῖ, ὦ Λυκῖνε, Λεξιφάνης; αὐτὰ ταῦτα, ὦ Σώπολι. οὐκ ἀκούεις οἷα φθέγγεται; καὶ ἡμᾶς τοὺς νῦν προσομιλοῦντας καταλιπὼν πρὸ χιλίων ἐτῶν ἡμῖν διαλέγεται διαστρέφων τὴν γλῶτταν καὶ ταυτὶ τὰ ἀλλόκοτα συντιθεὶς καὶ σπουδὴν ποιούμενος ἐπʼ αὐτοῖς, ὡς δή τι μέγα ὄν, εἴ τι ξενίζοι καὶ τὸ καθεστηκὸς νόμισμα τῆς φωνῆς παρακόπτοι. μὰ Δίʼ οὐ μικράν τινα λέγεις τὴν νόσον, ὦ Λυκῖνε. βοηθητέα γοῦν τῷ ἀνδρὶ πάσῃ μηχανῇ καὶ —κατὰ θεὸν γὰρ τῶν χολώντων τινι φάρμακον τουτὶ κερασάμενος ἀπῄειν, ὡς πιὼν ἐμέσειε —φέρε πρῶτος αὐτὸς πῖθι, ὦ Λεξίφανες, ὡς ὑγιὴς ἡμῖν καὶ καθαρὸς γένοιο, τῆς τοιαύτης τῶν λόγων ἀτοπίας κενωθείς. ἀλλὰ πείσθητί μοι καὶ πῖθι καὶ ῥᾴων ἔσῃ. οὐκ οἶδʼ ὃ καὶ δράσετέ με, ὦ Σώπολι, σύ τε καὶ Λυκῖνος, πιπίσκοντες τουτουὶ τοῦ φαρμάκου. δέδοικα γοῦν μὴ πῶμα γένοιτό μοι τοῦτο τῶν λόγων τὸ πόμα. πῖθι καὶ μὴ μέλλε, ὡς ἀνθρώπινα ἤδη φρονοίης καὶ λέγοις. ἰδοὺ πείθομαι καὶ πίομαι. φεῦ, τί τοῦτο; πολὺς ὁ βορβορυγμός. ἐγγαστρίμυθόν τινα ἔοικα πεπωκέναι.