Ancient Greek · ~2 min
Section 4
Lucian, Λεξιφάνης 4
Not analysed yet
ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών. καὶ ἡμεῖς, ἦ δʼ ὃς ὁ Φιλῖνος, ἐγώ τε καὶ Ὀνόμαρχος καὶ Ἑλλάνικος οὑτοσὶ ἑψόμεθα· καὶ γὰρ ὁ γνώμων σκιάζει μέσην τὴν πόλον, καὶ δέος μὴ ἐν λουτρίῳ ἀπολουσώμεθα κατόπιν τῶν Καριμάντων μετὰ τοῦ σύρφακος βύζην ὠστιζόμενοι. καὶ ὁ Ἑλλάνικος ἔφη, ἐγὼ δὲ καὶ δυσωπῶ· καὶ γὰρ τὰ κόρα μοι ἐπιτεθόλωσθον καὶ σκαρδαμύττω θαμὰ καὶ ἀρτίδακρύς εἰμι καὶ τὰ ὄμματά μοι φαρμακᾷ καὶ δέομαι Ἀσκληπιάδου τινὸς ὀφθαλμοσόφου, ὃς ταράξας καὶ ἐγχέας μοι φάρμακον ἀπερυθριᾶσαί τε ποιήσει τοὺς ὀφθαλμοὺς καὶ μηκέτι τι λημαλέους εἶναι μηδὲ διερὸν βλέπειν.