Ancient Greek · ~2 min
Section 6
Lucian, Μακρόβιοι 6
Not analysed yet
ἀλλὰ ταῦτα μὲν περί τε τῶν μακροβίων γενῶν καὶ τῶν ἐθνῶν, ἅτινά φασιν ὡς ἐπὶ πλεῖστον διαγίγνεσθαι χρόνον, οἱ μὲν διὰ τὴν γῆν καὶ τὸν ἀέρα, οἱ δὲ διὰ τὴν δίαιταν, οἱ δὲ καὶ διʼ ἄμφω. ἐγὼ δʼ ἄν σοι δικαίως τὴν ἐλπίδα ῥᾳδίαν παράσχοιμι ἱστορήσας ὅτι καὶ κατὰ πᾶσαν γῆν καὶ κατὰ πάντα ἀέρα μακρόβιοι γεγόνασιν ἄνδρες οἱ γυμνασίοις τοῖς προσήκουσιν καὶ διαίτῃ τῇ ἐπιτηδειοτάτῃ πρὸς ὑγίειαν χρώμενοι.