Ancient Greek · ~2 min
Section 9
Lucian, Μακρόβιοι 9
Not analysed yet
οὗτοι μὲν οὖν Ῥωμαίων βασιλεῖς, οἷς συνάψω καὶ τοὺς λοιποὺς βασιλέας τοὺς εἰς μακρὸν γῆρας ἀφικομένους καὶ μετʼ αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα ἑκάστους. ἐπὶ τέλει δέ σοι καὶ τοὺς λοιποὺς Ῥωμαίων τοὺς εἰς μήκιστον γῆρας ἀφικομένους προσαναγράψω, προσθεὶς ἅμα καὶ τοὺς κατὰ τὴν λοιπὴν Ἰταλίαν ἐπὶ πλεῖστον βιώσαντας· ἀξιόλογος γὰρ ἔλεγχος ἡ ἱστορία τῶν διαβάλλειν πειρωμένων τὸν ἐνταῦθα ἀέρα, ὥστε καὶ ἡμᾶς χρηστοτέρας ἔχειν τὰς ἐλπίδας, τελείους ἡμῖν τὰς εὐχὰς ἔσεσθαι πρὸς τὸ εἰς μήκιστόν τε καὶ λιπαρὸν τὸν πάσης γῆς καὶ θαλάττης δεσπότην γῆρας ἀφικέσθαι, τῇ ἑαυτοῦ οἰκουμένῃ διαρκέσοντα ἤδη καὶ γέροντα.