Ancient Greek · ~2 min
Section 19
Lucian, Μένιππος ἢ Νεκυομαντεία 19
Not analysed yet
ταυτὶ μὲν ἱκανῶς· τί δὲ τὸ ψήφισμα ἦν, ὅπερ ἐν ἀρχῇ ἔλεγες κεκυρῶσθαι κατὰ τῶν πλουσίων; εὖ γε ὑπέμνησας· οὐ γὰρ οἶδʼ ὅπως περὶ τούτου λέγειν προθέμενος πάμπολυ ἀπεπλανήθην τοῦ λόγου. διατρίβοντος γάρ μου παρʼ αὐτοῖς προὔθεσαν οἱ πρυτάνεις ἐκκλησίαν περὶ τῶν κοινῇ συμφερόντων· ἰδὼν οὖν πολλοὺς συνθέοντας ἀναμίξας ἐμαυτὸν τοῖς νεκροῖς εὐθὺς εἷς καὶ αὐτὸς ἦν τῶν ἐκκλησιαστῶν. διῳκήθη μὲν οὖν καὶ ἄλλα, τελευταῖον δὲ τὸ περὶ τῶν πλουσίων· ἐπεὶ γὰρ αὐτῶν κατηγόρητο πολλὰ καὶ δεινά, βία καὶ ἀλαζονεία καὶ ὑπεροψία καὶ ἀδικία, τέλος ἀναστάς τις τῶν δημαγωγῶν ἀνέγνω ψήφισμα τοιοῦτον.