Ancient Greek · ~5 min
Section 2
Lucian, Μένιππος ἢ Νεκυομαντεία 2
Not analysed yet
ἀτὰρ εἰπέ μοι, πῶς τὰ ὑπὲρ γῆς ἔχει καὶ τί ποιοῦσιν οἱ ἐν τῇ πόλει; καινὸν οὐδέν, ἀλλʼ οἷα καὶ πρὸ τοῦ· ἁρπάζουσιν, ἐπιορκοῦσιν, τοκογλυφοῦσιν, ὀβολοστατοῦσιν. ἄθλιοι καὶ κακοδαίμονες· οὐ γὰρ ἴσασιν οἷα ἔναγχος κεκύρωται παρὰ τοῖς κάτω καὶ οἷα κεχειροτόνηται τὰ ψηφίσματα κατὰ τῶν πλουσίων, ἃ μὰ τὸν Κέρβερον οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς. τί φής; δέδοκταί τι νεώτερον τοῖς κάτω περὶ τῶν ἐνθάδε; νὴ Δία, καὶ πολλά γε· ἀλλʼ οὐ θέμις ἐκφέρειν αὐτὰ πρὸς ἅπαντας οὐδὲ ἐξαγορεύειν τὰ ἀπόρρητα, μὴ καί τις ἡμᾶς γράψηται γραφὴν ἀσεβείας ἐπὶ τοῦ Ῥαδαμάνθυος. μηδαμῶς, ὦ Μένιππε, πρὸς τοῦ Διός, μὴ φθονήσῃς τῶν λόγων φίλῳ ἀνδρί· πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς, τά τʼ ἄλλα καὶ πρὸς μεμυημένον. χαλεπὸν μὲν ἐπιτάττεις τὸ ἐπίταγμα καὶ οὐ πάντῃ εὐσεβές· πλὴν ἀλλὰ σοῦ γε ἕνεκα τολμητέον. ἔδοξε δὴ τοὺς πλουσίους τούτους καὶ πολυχρημάτους καὶ τὸ χρυσίον κατάκλειστον ὥσπερ τὴν Δανάην φυλάττοντας —μὴ πρότερον εἴπῃς, ὦγαθέ, τὰ δεδογμένα πρὶν ἐκεῖνα διελθεῖν ἃ μάλιστʼ ἂν ἡδέως ἀκούσαιμί σου, τίς ἡ ἐπίνοιά σοι τῆς καθόδου ἐγένετο, τίς δʼ ὁ τῆς πορείας ἡγεμών, εἶθʼ ἑξῆς ἅ τε εἶδες ἅ τε ἤκουσας παρʼ αὐτοῖς· εἰκὸς γὰρ δὴ φιλόκαλον ὄντα σε μηδὲν τῶν ἀξίων θέας ἢ ἀκοῆς παραλιπεῖν.