Ancient Greek
Section 12
Lucian, Μυίας Ἐγκώμιον 12
Not analysed yet
γίγνονται δὲ καὶ μέγισταί τινες μυῖαι, ἃς στρατιώτιδας οἱ πολλοὶ καλοῦσιν, οἱ δὲ κύνας, τραχύταται τὸν βόμβον καὶ τὴν πτῆσιν ὠκύταται, αἵ γε καὶ μακροβιώταταί εἰσιν καὶ τοῦ χειμῶνος ὅλου ἄσιτοι διακαρτεροῦσιν ὑπεπτηχυῖαι τοῖς ὀρόφοις μάλιστα, ἐφʼ ὧν κἀκεῖνο θαυμάζειν ἄξιον, ὅτι ἀμφότερα, καὶ τὰ θηλειῶν καὶ τὰ ἀρρένων, δρῶσιν καὶ βαινόμεναι καὶ βαίνοντες ἐν τῷ μέρει κατὰ τὸν Ἑρμοῦ καὶ Ἀφροδίτης παῖδα τὸν μικτὸν τὴν φύσιν καὶ διττὸν τὸ κάλλος. πολλὰ δʼ ἔτι ἔχων εἰπεῖν καταπαύσω τὸν λόγον, μὴ καὶ δόξω κατὰ τὴν παροιμίαν ἐλέφαντα ἐκ μυίας ποιεῖν.