Ancient Greek
Section 10
Lucian, Πλοῖον ἢ Εὐχαί 10
Not analysed yet
ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι; πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν οὖν. Ἀδείμαντε, σέ φημι τὸν Μυρρινούσιον τὸν Στρομβίχου. δυεῖν θάτερον, ἢ δυσχεραίνει καθʼ ἡμῶν ἢ ἐκκεκώφωται· Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς ἐστι. πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά. ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν αὐτόν.