Ancient Greek
Section 12
Lucian, Πλοῖον ἢ Εὐχαί 12
Not analysed yet
οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλα τινα πλοῦτον ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ παλαιοὶ καλοῦσι, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε. οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον· ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς Ἀδειμάντου τρυφῆς. ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ ἐς τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα ἐς τὸ ἀσφαλές· περιμετροῦντος γάρ μου τῆς ἀγκύρας τὰ πάχος οὐκ οἶδα ὅπου ὑμεῖς ἀπέστητε.