Ancient Greek · ~3 min
Section 13
Lucian, Ἀπολογία 13
Not analysed yet
ἐθέλω γοῦν ἐκ περιττοῦ χρησάμενος τῇ παρρησίᾳ καὶ ὁμόσε χωρήσας τῷ ἐπιφερομένῳ ἐγκλήματι καθʼ ὑπερβολὴν ἀπολογήσασθαι, καὶ δὴ φημί σοι μηδένα μηδὲν ἀμισθὶ ποιεῖν, οὐδʼ ἂν τοὺς τὰ μέγιστα πράττοντας εἴπῃς, ὅπου μηδὲ βασιλεὺς αὐτὸς ἄμισθός ἐστιν. οὐ φόρους λέγω οὐδὲ δασμούς, ὁπόσοι παρὰ τῶν ἀρχομένων ἐπέτειοι φοιτῶσιν, ἀλλʼ ἔστι βασιλεῖ μισθὸς μέγιστος ἔπαινοι καὶ ἡ παρὰ πᾶσιν εὔκλεια καὶ τὸ ἐπὶ ταῖς εὐεργεσίαις προσκυνεῖσθαι, καὶ εἰκόνες δὲ καὶ νεῲ καὶ τεμένη, ὁπόσα παρὰ τῶν ἀρχομένων ἔχουσι, μισθοὶ καὶ ταῦτά εἰσιν ὑπὲρ τῶν φροντίδων καὶ προνοίας, ἣν εἰσφέρονται προσκοποῦντες ἀεὶ τὰ κοινὰ καὶ βελτίω ποιοῦντες. ὡς δὴ μικρὰ μεγάλοις εἰκάζειν, ἢν ἐθέλῃς ἀρξάμενος ἀπὸ τῆς τοῦ σωροῦ κορυφῆς ἐφʼ ἕκαστον τούτων, ἀφʼ ὧν σύγκειται, καταβαίνειν, ὄψει ὅτι μεγέθει καὶ σμικρότητι διαλλάττομεν τῶν ἀκροτάτων, τα δʼ ἄλλα μισθοφόροι ὁμοίως ἅπαντες.