Ancient Greek · ~3 min
Section 8
Lucian, Ἀπολογία 8
Not analysed yet
ταῦτα μὲν καὶ τὰ τοιαῦτα πολλὰ ἕτερα εἴποι τις ἂν οἷος σὺ κατηγορῶν ἐν οὕτως ἀμφιλαφεῖ τῇ ὑποθέσει καὶ μυρίας τὰς ἀφορμὰς παρεχομένῃ· ἐγὼ δὲ ἤδη σκοπῶ ἥντινα καὶ τράπωμαι πρὸς τὴν ἀπολογίαν. ἆρά μοι κράτιστον, ἐθελοκακήσαντα καὶ τὰ νῶτα ἐπιστρέψαντα καὶ ἀδικεῖν οὐκ ἀρνούμενον ἐπὶ τὴν κοινὴν ἐκείνην ἀπολογίαν καταφυγεῖν, —λέγω δὲ τὴν Τύχην καὶ Μοῖραν καὶ Εἱμαρμένην —καὶ παραιτεῖσθαι συγγνώμην ἔχειν μοι τοὺς ἐπιτιμῶντας εἰδότας ὡς οὐδενὸς ἡμεῖς κύριοι, ἀλλʼ ὑπό τινος κρείττονος, μᾶλλον δὲ μιᾶς τῶν προειρημένων ἀγόμεθα οὐχ ἑκόντες, ἀλλʼ ἀναίτιοι παντάπασιν ἄντες ὧν λέγομεν ἢ ποιοῦμεν; ἢ τοῦτο μὲν κομιδῇ ἰδιωτικόν, καὶ οὐδʼ ἂν σύ με, ὦ φιλότης, ἀνάσχοιο τοιαύτην ἀπολογίαν προισχόμενον καὶ συνήγορον τὸν Ὅμηρον παραλαμβάνοντα καὶ τὰ ἐκείνου ἔπη ῥαψῳδοῦντα, μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν καὶ τό γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.