Ancient Greek · ~2 min
Book 2
Lucian, Φάλαρις 2.10
Not analysed yet
δοκεῖτε δέ μοι, ὦ ἄνδρες Δελφοί, ἄριστα βουλεύσεσθαι περὶ τῶν παρόντων, εἰ λογίσαισθε ὑπὲρ ὅσων καὶ ἡλίκων ἐστὶν ἡ σκέψις, πρῶτον μὲν ὑπὲρ τοῦ θεοῦ καὶ τοῦ ἱεροῦ καὶ θυσιῶν καὶ ἀναθημάτων καὶ ἐθῶν ἀρχαίων καὶ θεσμῶν παλαιῶν καὶ δόξης τοῦ μαντείου, ἔπειτα ὑπὲρ τῆς πόλεως ὅλης καὶ τῶν συμφερόντων τῷ τε κοινῷ ἡμῶν καὶ ἰδίᾳ ἑκάστῳ Δελφῶν, ἐπὶ πᾶσι δὲ τῆς παρὰ πᾶσιν ἀνθρώποις εὐκλείας ἢ κακοδοξίας· τούτων γὰρ οὐκ οἶδα εἴ τι μεῖζον, εἰ σωφρονεῖτε, ἢ ἀναγκαιότερον ἡγήσαισθε ἄν.