Ancient Greek
Book 2
Lucian, Φάλαρις 2.9
Not analysed yet
μέμνηται δὲ οὐδεὶς πώποτε ψῆφον ὑπὲρ ἀναθήματος παρʼ ἡμῖν ἀναδοθεῖσαν οὐδὲ κωλυθέντα τινὰ θύειν ἢ ἀνατιθέναι. καὶ διὰ τοῦτʼ, οἶμαι, καὶ αὐτὸ εἰς ὑπερβολὴν ηὔξηται τὸ ἱερὸν καὶ ὑπερπλουτεῖ ἐν τοῖς ἀναθήμασιν. δεῖ τοίνυν μηδʼ ἐν τῷ παρόντι καινοτομεῖν μηδὲν μηδὲ παρὰ τὰ πάτρια νόμον καθιστάναι, φυλοκρινεῖν τὰ ἀναθήματα καὶ γενεαλογεῖν τὰ πεμπόμενα, ὅθεν καὶ ἀφʼ ὅτου καὶ ὁποῖα, δεξαμένους δὲ ἀπραγμόνως ἀνατιθέναι ὑπηρετοῦντας ἀμφοῖν, καὶ τῷ θεῷ καὶ τοῖς εὐσεβέσι.